Ancient Greek
Column 49
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 49
Not analysed yet
ρικῶν λόγων ἀλλ' ἐμπειρίαι καὶ στοχασμῶι πῶ ς δεῖ πάλιν λαβεῖν; οὐ γὰρ αὐτό γε τοῦτο δήπου νοεῖν δεῖ, σημαίνεσθαι κατὰ τὴν λέξιν ταύτην τὸ μὴ συλλογισμοὺς διαλεκτικοὺς ἔχειν αὐτούς· οὐ γάρ τινες τοῦτο πεπόνθασιν ἀλλ' ἅπαντες, χωρὶς τοῦ μηδ' αὐτῶι συναρέσκειν τοῦτ ο λίαν. Εὐβουλίδι γοῦν ἐγκαλεῖ που καταφρονοῦντι τῶν μὴ συλλογισμοὺς ἐχόντων λόγων· μανθάνειν γὰρ τούτων καὶ ἄνευ τούτων ἡμᾶς τὰ πράγματά φησιν. παρεθέμεθα δὲ καὶ τὰς ἐπὶ πᾶσι λέξεις, εἴ τωι γενήσετα ι φίλον καὶ ταύτας ἔχειν, οὐκ ἀγνοοῦντες, ὅτι περί τινος ἄλλου δόξουσι καὶ οὐχὶ περὶ τοῦ προκειμένου καταγεγράφθαι. καὶ Μητρόδωρος δὲ ἐν τῶι πρώτωι Περὶ ποημάτων ἱκαννῶς ἔοικεν παρεμφαίνειν τὸ τὴν σοφιστικὴν ῥητορικὴν τέχνην ὑπάρχειν. διαλεγόμενος γὰρ πρός τινα τῶν περὶ