Ancient Greek
Column 52
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 52
Not analysed yet
περὶ τῶν σοφιστικῶν παραγγελμάτων ὄντος τοῦ λόγο υ, αἳ δὴ τέχναι καὶ αὐταὶ ὁμ ωνύμως λέγονται, καθάπερ εἴσεται πᾶς ὁ μετὰ συνέσεως καὶ τούτοις μέν, οἷς παρεθέμεθα, προσεσχηκώς, μᾶλλον δ' ὁ τὰς συνόλας γραφὰς τῶν ἀνδρῶν ἀνειληφώς. ἔν ιοι δὲ τῶν νῦν ἐν τῆι Ῥ όδωι διατριβό ντ ων γράφουσιν ἐν τῆι Κῶι καὶ πάλιν ἐν τῆι Ῥώdωι σχολαζόντων αὐτῶν ὑπὲρ τοῦ μ ὴ εἶναι τὴν ῥητορικὴν τέχνην, ἐν ἑκατέραι τῶν πόλεων ἀρτίως τινὰς ἥκοντας Ἀθή ν ηθεν λέγειν, ὡς διαφώνως ἵστανται πρὸς τοὺς ἄνδρας, λ ίαν εὐδοκούμενοι περὶ τ οῦ τέχνην αὐτ ὴ ν μὴ ὑπάρχειν· καὶ τὸν μὲν ἐν τῆι Κῶι διερωτώμενον, ποῦ διασαφεῖται τοῦτο, φάσκειν τοτὲ μὲν ἐν τῶι Συμποσίωι, τοτὲ δ' ἐν τοῖς Περὶ βίων· τὸν δ' ἕτερον, ὅπου μὲν οὐκ ἔχειν εἰπεῖν, εἰδέναι δ' ἔχοντας τὴν κρίσιν ταύτην ὑπὲρ τοῦ σοφιστικοῦ μέρους τοὺς ἐν ἄστει σχολάζοντας·