Ancient Greek
Column 53
Philodemus, P.Herc. 425, 1079, 1086, 1580, 1674 53
Not analysed yet
ταὐτὰ δὲ ταῦτα κα ὶ ἐν τῆι Ῥόδωι κεκραγέναι τινὰ τῶν ἐκ τῆς Ἀττικῆς πά λιν παρόντων κ αὶ κελεύειν μὴ φθονεῖν τοῖς ῥήτορσιν, εἰ τέχνην ἔχουσιν. ὁ δ' αἰνιττόμενος οὗτος ἐν Ἀθήναις δι α τρίβειν καὶ τὴν δό ξαν νομίζειν ταύτην ὁ παρ' ἡμῶν ἐστιν Ζήνων, πρὸς ὃν καὶ τὸ τῆς ἀντιγραφῆς οὐ γράψαντα περὶ τ ούτων οὐδὲ ἐνέστηκε τἀνθρώπωι. πλὴν ποικίλως αὐτὸς ἀναστρεφόμενος ἐν τῆι πραγματείαι φησὶ περὶ μὲν τοῦ τέχνην εἶναι τὴν ῥητορικὴν μηδ' ἴχνος εὑρηκέναι, περὶ δὲ τοῦ μηδὲν μέρος αὐτῆς τεχνικὸν ὑπάρχειν ἀμύθητα ὅσα, καὶ τούτων ἐπαγγέλλεται ποιήσασθαι τὴν συναγωγήν. ὅσα μὲν οὖν ἡμῖν ἁμαρτάνειν δοκεῖ κατὰ τὴν ἀντιγραφὴν ὁ φιλόσοφος οὗτος, οὐκ ὀκνήσομεν κατὰ διάληψιν ἀναγράψαι καὶ συνδιαπορῆσαι τοῖς ἡμῶν τε κἀκείνου φίλοις κοινοῖς. ἐπὶ δὲ τοῦ παρόντος αὐτῶν ὑπο