Ancient Greek · ~2 min
Column 117
Philodemus, P.Herc. 444, 460, 466, 1073, 1074/1081, 1081 117
Not analysed yet
τειν αυ των ο, ὅταν εἰς τοπον πλε ,ὥστ’ εὐφυεῖς τοῖς τοιούτοις ἤχοις ὅμοιοι γινόμενοι κατατυγχάνουσιν. οἱ γ ὰρ ἰαμβοποιοὶ τραγικὰ ποιοῦσιν, καὶ οἱ τραγῳδοποιοὶ πάλιν ἰαμβικά, καὶ Σαπφώ τινα ἰαμβικῶς ποιεῖ, καὶ Ἀρχίλοχος οὐκ ἰαμβικῶς. ὥστε φύσει μὲν οὐ ῥητέον ἰαμβοποιὸν ἢ ἄλλο τι ποιοῦντα γένος, ἀλλὰ νόμωι, φύσει δὲ ὅταν εἰς τὴν εὐγενῆ φωνὴν καὶ πρώτην καὶ εἰς πάντ’ ἐναρμόττουσαν οἱ ποηταὶ ἐμπεσόντες ὀνομάζωσιν, ὅταν τε ἐν παντὶ γένει ποήματος ὁ αὐτὸς λόγος διατείνηι, καὶ ἐν τῶι εὖ πεποημένωι καὶ τῶι κακῶς· εὑρίσκοντι ι συντ