Ancient Greek · ~2 min
Column 120
Philodemus, P.Herc. 444, 460, 466, 1073, 1074/1081, 1081 120
Not analysed yet
δει τοτ φύσει πτῶ σιν δυσηχῆ κνει γιν των ε ,ὅταν δὲ διὰ τὰ ἀμερῆ τῶν φωνηέντων παρατίθηταί τι, οἷον αρ, ἥξει τι τοιοῦτον. οὐ γὰρ πίπτει εἰς τὸν ἐφεξῆς τόπον ἑνὸς γράμματος πλεῖον οὐδέν· ἂν δ’ ἄρα καὶ παραβιάσηται τῶν ἡμιφώνων τι, συνεπηχεῖται, οἷον ἅλς ἢ ἄ ψ. ἐπὶ δὲ τῶν ἀριστερῶν πλείονα ἐπιδέχεται, οἷον στρα. οὕτωι μὲν τοίνυν κατὰ φύσιν ἡ ἀποσημασία γίνεται, ἐκείνως δὲ παρὰ φύσιν. τῶν γὰρ ἤχων ὅσοι εἰς αὐτὰ τὰ φωνήεντα τελευτῶσιν, εὐσημότατοί εἰσιν, οἱ δ’ εἰς ἄφωνα ἢ ἡμίφωνα οὐχ ὁμοίως ἐφέλκεσθαι