Ancient Greek · ~2 min
Column 162
Philodemus, Philodemus, On Frank Criticism 162
Not analysed yet
εἰ σοφὸς τὰ περὶ αὑτὸν ἀναθήσεται τοῖς φίλοις μετὰ π αρρησίας. τὸ τοίνυν ὑπ’ ἐνίων ἐν τῶι τόπωι τούτω ι ζητούμενον, εἰ σοφὸς τὰ περ ὶ αὑτὸν ἀναθήσεται το ῖς φίλοις μετὰ παρρησίας, ἀνοικείως μὲν τοῦτο ποεῖται διὰ τὸ περιαυτίζεσθαι καὶ διδόναι παρρησίαι τὰ περὶ αὑτοὺς ἐπὶ τῶν κατασκευαζομένων, τίθεσθαι παρ’ Ἐπικούρωι καὶ χάριν διορθώσεως. οὐ μὴν ἀλλ’ εἴ τῳ φίλον, λεγέσθω· διὰ τί τῶν μὲν ἐξ ἀφροσύνης ἁμαρτημάτων χάριν διορθώσεως ὁ παντὸς ἁγνεύων οὐδ’ ἓν ἂν προσενέγκαιτο;