Ancient Greek · ~2 min
Column 163
Philodemus, Philodemus, On Frank Criticism 163
Not analysed yet
τὸν σοφὸν μὲν οὐ λέγειν ἡγήσεται τῶι ἀναλθεῖ· καὶ ἀναθήσεται οὐ πᾶσιν, ἀλλ’ ἑνὶ καὶ τὰ περὶ ἀπειροκαλίας εἰρημένα καὶ ταῦτ’. ἁρμοστέον εἰ ἡμῖν δοκεῖ διαπεσεῖσθαι κατὰ τὴν τελειότητα τοῦ λογισμοῦ π ροειλημμένοις. νῦν οὐχ ἡμῖν δοκεῖ διαπεσεῖσθαι προειλημμένο ις τε κατὰ λογισμοῦ τελειότητα καὶ φρονήσεως· καθὸ δὲ καὶ τὸ μὴ τυχεῖν τοῦ τέλους καὶ τὸ παρελθεῖν ἐκ τῶν οὐ δυναμένων διὰ παντὸς ἀνθρώπωι φυ λαχθῆναι, διαπεσεῖσθαι καὶ ἐν παρρησίαι οὐκ ἀδύνατον.