Ancient Greek · ~1 min
Column 170
Philodemus, Philodemus, On Frank Criticism 170
Not analysed yet
οὐχ ἡμαρτηκὼς εὑρεθήσεται. παραπλήσιον γάρ ἐστιν ὥσπερ εἴ τις ἰατρὸς ὑπολαβὼν διὰ σημείων εὐλόγων προσδεῖσθαι τουτονί τινα κενώματος, εἶτα διαπεσὼν ἐν τῆι σημειώσει, μηδέποτε πάλι κενῶσαι τοῦτον ἄλλῃ νόσωι συνεχόμενον. ὥστε νο ῶ ν καὶ δι’ αὐτὸ τοῦτο πάλι παρρησιάσεται.