Ancient Greek · ~3 min
Column 171
Philodemus, Philodemus, On Frank Criticism 171
Not analysed yet
καὶ τὸ κατα λέ γειν καὶ τότε μὲν οὐχ’ ἥμαρτον, τ ὸ νῦν δὲ παρρησίας ἀξιώσει καταλαβών; εἰ μὴ νὴ Δία φοβήσεται αὐτάς· οὐ γ ὰρ καὶ π ρώην ἡμαρτηκέναί με λέγω, ἀλλ’ ἔπεσον ἐθελοντὴς εἰς τ ὴν τῶν νέω ν ἀμαθίαν καὶ διὰ τοῦτο μαστιγοῦν με δεῖν νομίζει ’καὶ μηδὲν π εράνας πάλι χρήσεται πρὸς τὸν α ὐτόν. εἰ δ’ ἡμαρτηκὼς οὐχ ὑπήκουσε τῆς παρρησίας, πάλι παρρησιάσεται· καὶ γὰρ ἰατρὸς ἐπ ὶ τῆς αὐτῆς νόσου διὰ κλυστῆρος οὐδὲν περάνας, πάλι κενοῖ. καὶ διὰ τοῦτο πάλι π αρρησιάσεται, διότι πρότερον οὐδὲν ἤνυσε, καὶ πάλι ποήσει τοῦτο καὶ πάλιν, ἵν’ εἰ μὴ νῦν ἀλλὰ νῦν τελεσφορήσηι.