Ancient Greek · ~2 min
Column 181
Philodemus, Philodemus, On Frank Criticism 181
Not analysed yet
τὴν τοῦ ὁμήλικος παρ αίνεσιν περιέχουσιν καὶ προση μείωσιν ἢ χειρισμὸν σπουδαῖον. πῶς ἐπιγνωσόμεθα τὸν ἐνηνοχότα δεξιῶς παρρησίαν καὶ τὸν προσποιούμ ενον; ἐπιγνωσόμεθα τοίνυν τὸν ἐνηνοχότα δεξιῶς παρρησίαν καὶ τὸν προσποιούμενον, ἵνα καὶ φραζώμεθα προσέχοντες εἰ παρ’ ἡμῖν ἦν ἀλα ζών. ἠνείχετο σεμ νότατ’ εἰς θυμουμένους π ρ αέα παρέχων, εἰ τοῖς ὕμνοις ἐπαιρόμενος· ὕστερον δ’ εἰ φιλόφρων ἐστὶν πρὸς ἡμᾶς, εἰ κατὰ τὴν εὔνοιαν ἐπιτεταμένος, εἰ τῶν ἐνκαλουμένων ἀπηντληκώς τι, κἂν μήτε δὲ ἅ παντα τελειούμενος, εἰ καὶ πρὸς ἡμᾶς καὶ πρὸς ἑτέρους εὐχαριστήσει;