Ancient Greek · ~2 min
Column 182
Philodemus, Philodemus, On Frank Criticism 182
Not analysed yet
διαλαβεῖν τὸν ἀπὸ διαθέσεως ἀστείας παρρησιαζόμενον καὶ τὸν ἀπὸ φαύλης. ἔστιν δὲ καὶ τοῦ παρρησίαν ἄγοντος ἀπὸ διαθέσεως ἀστείας καὶ τοῦ πάλιν ἀπὸ μοχθηρᾶς φύσιν διαλαβεῖν. καί τινες ἀπὸ μὲν ἀστείας πᾶς τίς ποτε εὐνοῶν καὶ συνετῶς καὶ συνεχῶς φιλοσοφῶν καὶ μέγας ἐν ἕξει καὶ ἀφιλόδοξος καὶ δημαγωγὸς ἥκιστα καὶ φθόνου καθαρὸς καὶ τὰ προσόντα μόνον λέγων καὶ μὴ συνεκφερόμενος, ὥστε λοιδορεῖν ἢ πομπεύε ιν ἢ καταβάλλε ιν ἢ βλάπτ ειν, μηδ’ ἀσ ελγείαις καὶ κολακευτ ικαῖς χρώμενος τέχναις.