Ancient Greek · ~2 min
Column 192
Philodemus, Philodemus, On Frank Criticism 192
Not analysed yet
πολλάκις δὲ καὶ παρ’ ὑπόμνησι ν ἤ, ὡς φάν’, ὑπεροχήν, ε κ φήνας διαβλέπειν τὰ μεγάλα, καὶ μὴ προχείρως ἁμαρτήματα νομίζειν, τὰ μέσης προσβάλλοντα. σο φὸν μὲν οὐκ ἂν θαυμάσειε τῶν δ’ ἰ διωτῶν, ἐὰν γονεῖς ὦσιν ἤ τινα τοιαύτην ἔχοντες ἀναλογίαν, σύνπας ὅστις προσέξει. καὶ διὰ τὸ παραδεδομένον ἔθος καὶ διὰ τὴν ἄρρητον εὐχαριστίαν καὶ τιμὴν καὶ μᾶλλον φιλήσει τὴν εὔνοιαν καὶ παντὶ τρόπωι μεταθήσει τὴν ὑπόληψι ν ἀπολογ ούμενος.