Ancient Greek · ~2 min
Column 196
Philodemus, Philodemus, On Frank Criticism 196
Not analysed yet
λυποῦνται, ὅτι τῶν ὑπονοουμένω ν ὑπ’ ἄλλου γίνεσθαι καὶ συνβήσεσθαι οὐθὲν νομίζουσιν ἐξ αὑτῶν εἶναι καὶ γενήσεσθαι. καλῶς δ’ ἂν ἔχοι καὶ καθ’ ἕκαστον ἐπελθεῖν. καὶ τὸ τῆ ς ἁμαρτίας οὐ λυπεῖ τοσοῦτον αὐτοὺς ὥ σπερ τὴν ἀλήθειαν ὡς ἀ κούειν, οὐ μόνον ἐδεή θησαν ἄλλων, ἀ λλὰ δέο ν ,μηδὲν ἐξαμαρτάνε ιν, τὸν δεύτερον πλοῦν ἐπορεύθησαν αὐτοὺς διορθώσαντες· ἐκεῖ δὲ καὶ τὸ δυσκίνητον ἐνοχλεῖ, καὶ μηδὲ τῶν οἰκ ε ίων ἁμαρτημάτων ἐπαισθάνεσθαι, καὶ πρὸς ἄλλων μὲν ἐπιτιμώμενοι, τὸ νομίζειν ὡς ἐπὶ τὸν π λ εῖστον οὐχ ἡμαρτήκασι.