Ancient Greek · ~2 min
Column 198
Philodemus, Philodemus, On Frank Criticism 198
Not analysed yet
ἀλλ’ ὅταν τὴν διάθεσιν αὐτῶν ἁμαρτωλὸν ἐπιβλέπωσι, δάκνονται· καὶ καθάπερ σοφοὺς ἰατροὺς ἐπὶ διαίρεσιν παρακαλοῦντες ὅταν δῶσι τὸ ζμίλιον νοσοῦσιν, οὕτως ὅταν τού τοι ς τὸ δηκτικὸν ἐν ὄμματι γένηται τῆς παρρησίας καὶ νομίζουσιν οὐθὲν ἁμάρτημα ποιήσειν, ἢ λήσεσθαι κἂν πολλάκις ἡμαρτηκότας, παρακαλοῦσι νου θετεῖν. οὐ διαλαμβάνουσι, καὶ μόνοις καὶ κατὰ καιρὸν καὶ ἀπ’ εὐνοίας καὶ πάντα προσφερομένους ὅσα παρῃνοῦμεν. τότε δὲ διαλαμβάνοντες ἔν τε τιμῆι προσεῖναι, δυσχεραίνουσι. καὶ πρότερον μὲν βλέπουσιν τὴν ἐκ τῆς παρρησίας ὠφελίαν, τότε δὲ συνχεόμενοι διὰ πολλὰς αἰτίας οὐχ ὁρῶσιν, ὡς ἔνιοι διαπαίζο ντες, ἄλλους οὐ φέροντες