Ancient Greek · ~3 min
Column 199
Philodemus, Philodemus, On Frank Criticism 199
Not analysed yet
μόνον κα γ’ εἰς σκῶμμά τι κινε ῖ ν ις ἐκτελῶν μαίνεται σκωφθεὶς καὶ τὸν σοφὸν κατασκευάζων ενίοτε δ ιαίτης αὐτῆς ἐρᾶι. τούτου δ’ αἴτιον, ὅτι τῶι μὲν λαλεῖν ἐπιθυμίας ἀντιτεινούσας οὐκ ἔχουσιν, ὅθεν ἀκεραίως λέγουσι τὸ φαινόμενόν γε, τῶι δὲ πράττει ν πικρῶς ἀμυττούσας, ὥστ’ ἐνμένειν οἷς ἐπήινουν ἀδύνατον οὐ λόγους συνφέροντας ἀποδέχονται, διὰ δὲ δοξοκοπίαν λέγουσι μόνον, ὡς ἂν οὐκ ὠνούμενοι τοὺς λόγους, ἀλλ’ ἐκ βαθείας α ἰθέρος ἀμοχθεὶ λαμβάνοντες· ὅταν δὲ τὸ πονοῦν κνισθῆι, πηδῶσι ν, ἀδυνατοῦντες ἐφ’ ἑαυτῶν τὸ πλάσμα τηρεῖν. ἐνίοτε δὲ κἀκείνους μὲν δεόντως νο υθετεῖσθαι νομ ίζουσιν, ἑαυτοὺς δὲ πα ρὰ λόγον οὔχ ἡμαρτηκότας.