Ancient Greek · ~2 min
Column 203
Philodemus, Philodemus, On Frank Criticism 203.Fragment below
Not analysed yet
καὶ ἀξιοῦσι τὴν τῆς φύσεως ἀσθένειαν ἐλεεῖσθαι καὶ συνγνώμης τυγχάνειν καὶ μὴ προπηλακίζεσθαι πρὸς τῶν ἰσχυροτέρων ἐξεπίτη δες. ὅθεν καὶ ταχέως ἐπὶ τὰ δάκρυα καταντῶσιν, ἀπὸ καταφρονήσεως ἐπικό πτεσθαι νομίζουσαι. διὰ τί, τῶν ἄλλων ἐπ’ ἴσης ἐχόντων, ἧττον φοροῦσ ιν οἱ καὶ ταῖς περιουσίαις καὶ ταῖς δόξαις λαμπροί; διότι νομίζουσι τοὺς εὐτυχε στέρους καὶ φρονιμωτέρ ους καὶ δυσχεραίνεσθαι καὶ μισεῖσθαι