Ancient Greek · ~2 min
Column 204
Philodemus, Philodemus, On Frank Criticism 204
Not analysed yet
ἐξελέγχοντας οὐχ ἡδέως προσδέχονται, ὅτι διὰ φθόνον πολλοὺς ἐπιτ ιμᾶν ἑαυτοῖς νομίζουσι, καὶ συνειθισμένοι ε ἰσί πως ὑπὸ πάντων πρὸς χάριν ὁμιλεῖσθαι· διόπερ αὐτοὺς κινεῖ καὶ τὸ παράλογον ἀπορήσειν, ὃ φο βούμενοί τινες ὑποφέρουσι παρρησίαν. καὶ διὰ τὴν ἐπιφάνειαν δὲ τούτου καὶ τὰς ἁμαρτίας ἀοράτους αὑτῶν γενομένας βλέπειν ὑπολαμβάνουσι μᾶλλον καὶ φιλοδοξεῖν τοὺς ἀνυποστόλως ὁμιλοῦντας ὑπονοοῦσιν, ἵνα καλῶνται παρρησιάσται, καὶ παρ’ ὕβριν ἡγο ῦνται τὸ τοιοῦτο καὶ ἀτιμ ίαν ἑαυτῶν. οἱ δὲ βασιλε ῖς διὰ τὸ καθόλου δύν ασθαι πρὸς τοὺς εἰρημένους οὐχ ἡδέως τρέψονται