Ancient Greek · ~2 min
Column 205
Philodemus, Philodemus, On Frank Criticism 205
Not analysed yet
καὶ τὴν ἐπιτ ίμησιν ἀν υποταξίαν ἡγοῦνται. θέλουσ ι δὲ καὶ νόμίζουσι συνφέρειν ἄρχειν πάντων κ α ὶ πάντα δ’ αὑτοῖς ἐναπ ερείδεσθ αι καὶ ὑποτετάχθαι. διὰ τί μᾶλλον οἱ πρεσβύτεροι δυσχεραίνουσιν; ὅτι συνετωτέρους οἴονται διὰ τὸν χρόνον ἑαυτοὺς καὶ νομίζουσιν ἀπὸ καταφρονήσεως τῆς ἀσθενείας ἐπὶ τὴν παρρησίαν τινὰς ἔρχεσθαι καὶ μεγάλην ὕβριν. ἁμαρτάνουσι, καὶ θ αυμαζ όμενοι καὶ τιμώμενοι παρὰ τοῖς πλείοσι παράδοξον ἡγοῦνται τὸ πρός τινων ἐπιτιμ η θῆναι, καὶ καταξ ιούμενόν τι μων τὸ γῆρας θεωροῦντες εὐλαβοῦνται μὴ τούτων ἀποστερῶνται φανέντες ἀνάξιοι. καὶ τὸ “δὶς παῖδες οἱ γέροντες” ὑποδῦνον αὐτοὺς νύ ττει, φοβουμένους μὴ τοῖς ἤθεσι