Ancient Greek · ~6 min
Column 15
Philodemus, Philodemus, On gods I 15
Not analysed yet
δε τὰ λεγόμενα. ὧν οὖν ἀξιοῦμεν απασογ των μ ιων ἐπ ικε κεφ αλ αιώμεθα τ ὸ ἀρκοῦν. ταῦτα μὲν οὖν οὕτως ἐπικεκόφαμε ν. οἱ δέ, τοῦ μηδεμίαν εἶναι μάχην, τοτὲ μὲν τοὺς βίους συγκρινόντων, τοτὲ δ' ἀσυγκρίτουσ εἶναι λεγόντων· ἐπειδὴ γὰρ οὐδὲν εἰς τὸ προκείμενον ἔοικε τοῦτ' ἐπείγειν, ἐν ἄλλοις ἐπιλογισθήσεται τόποις ἐπιτηδειοτέροις· ὥστ' ἐπεί τινες ζητοῦσιν ἐναντία, χρήσιμον δὲ ἡμῖν ἐκ τοῦ λόγου περιγεινεται τούτου μηθέν, ἐκ τοῦ καὶ τὰ ζῶια ταράττεσθαι λογιζομένοις καὶ διὰ τί μᾶλλον ἐπὶ της περὶ θεῶν ἔννοιαν ἐξειστάμεθα ταραχῆς, ὑπὲρ μὲν τοῦ προτέρου λέγειν ἐκεῖν', οὗ π ρῶτον κατηρξάμεθα, χρήι, διότι πολλῶν ζῶια μακαριζόντων ἐπὶ ταλαιπωριςμῶι τοῦ παντὸς αὐτῶν βίου κατὰ τἆλλα καὶ κατὰ τὸ μηδὲ γεινώσκειν θεούς, ὑπερ ῶν ἡμεῖς τοιαύταις πεφύκαμεν συνέχεσθαι φρείκαις. ὁ διαλογισμὸσ οὗτος ἀφαιρεῖ τε τὸ προσεπισωρευόμενον βάρος ἐνφανίζων, ὅτι ταῖς ἀναλόγοις κἀκεῖνα συζῆι, καὶ προσέτι διδάσκων, ὅτι καὶ μείζοσιν κατά τινα τρόπον, ἀλλὰ δὴ καὶ τὸ μακάριον, ὅτι τοῖς μὲν ἀθεράπευτός ἐστιν ἡ τα ραχή. μέχρισ ἂν τὴν τοιαύτην φύσιν ἔχηι, τοῖς δ' ἀνθρώποις ὁ λογισμός, ὥσπερ οἷός τ' ἦν εἰς ἄπειρον ἐκβάλλειν καὶ τὸ δεινὸν καὶ τὸ μαλα φαῦλον, οὕτω δύναται τά τε πάθη καὶ τὴν τῶν ὀλίων ὕπαρξιν κατανοήσας τὸι μὲν εὐκαταφρόνητον ἡγήσασθαι, τὸ δ' εὐποριστότατον. καὶ πρὸς τούτοις τἀγαθὸν μὲν χρὴ λογίσασθαι τὴν κοινοτάτην αἰτίαν τῆσ εὐδαιμονίας, τὸ δὲ κακὸν αὖ τῆσ κακοδαιμονίας, ῆν ἅμα μετὰ φυτῶν αῦ πάντ ων γενώμεθα περὶ αὐτὴν τὴν φύσιν, εἴ γ' αὕτη πέρατος ἀγαθῶν, ὅπερ ἑκάστοις ὥρισεν, κατεφάνη παρασκευαστική ἃς καὶ τοῖς ἀλόγ ο ις δὶα τοῦτοομο