Ancient Greek · ~6 min
Column 25
Philodemus, Philodemus, On gods I 25
Not analysed yet
ὑπονοοῦμεν τὰ ἀεὶ δεικνύναι τὸ περικ ατα λ άβωμεν ἢ τὰς τελευτὰς ἱκανῶς εἶναι εὐθεωρήτους μὴ φη σ ω μ εν, εἰ καὶ τὰ παραδεδομένα τοῖς ἀγε νέσιν ὑπὲρ τῶν θείων ὦπται ταπεινὰ κεὐκαταφρόνητα, καθάπερ τὰ παρὰ πολλῶγ καὶ πρὸς τούτωι δ' ἐπιφανεστἀτων ἐξ ἡμῶν παρέχει πᾶσ ι θανάτου καταγέλωτα. καὶ μαντῖ' ἃ προεῖπον, ἀλ λ' οὐδ' ἤν πισαν ἐπιμαρτυρῆσαι, καὶ τὰ πλεῖστα τῶν ἐνυπνίω ν ἐναντίαν ἐ χόντων ἀπόβασιν ἢ τἀπὸ π ετάλων π ρορηθέντ' ἢ τἀπ ὸ ἀποτελεσμάτων τὰ π ρὸ ς γ ενεὰν κ αὶ ἐκκομισμόν, τὸ πᾶν οὐθέν ἐστι. τῶν δὲ ἰδίως τῶι φυσικῶς ζῆν παρακολουθεῖν νομιζομένων οὐθέν' ἔτι τούτωι γ' ἔοικεν ἁλίσκεσθαι τῶι τρόπωι. δεῖ μέντοι σαφῶς εἰδέναι, διότι πολλοὶ μᾶλλον ταῖς ἐπιθυμιαις ὑπείκουσιν ἢ τοὺς κυ ρίο υς παραδέξονται λόγους· ἐνίοις δὲ παρέχουσι φαντασίαν ὁσιότητος. ἀλλὰ γὰρ ὑπὲρ τῆς ἐκ θεῶν ταραχῆς ἱκανῶς οἶμαί μοι λελέχθαι καὶ προτετράφθαι τὸν εὐφυέσ τατον, ὥστ' ἔξω μένειν αἰωνίων τα ραχ ῶν ὡς ἀπαλλαγησόμενον κακῶν τῶν χ αλεπῶν κ αὶ περιποιησόμενον τἀγα θὰ τὰ συνέχοντα καὶ μόνον ἑαυτὸν ἄνδρα νομιοῦντα, τῶν ἄλλων δὲ καταφρονήσοντα πάντων ὡς σέρφων, καὶ οὐ μόνον τῶν τα πεινοτέρων, ἀλλὰ καὶ τῶν αὖ μέγιστα χρήματ α κεκτη μένων ἰδιωτῶν καὶ τῶν ἐπιφανεστάτων ἐν δυνάμεσι πολιτικαῖς καὶ τῶν τὴν ὑ πουλότητ' ἐκκαιόντων, ὅταν ὁρᾶι παρωσαμένους ὑφ' ἐνὸς Ἀντωνίου χεῖρας τ ὰ κατ' ἄστυ τοὺς ἐναντίου ς ουτη κυ εμ