Ancient Greek · ~4 min
Book 2
Philodemus, Volumina Rhetorica 2.10a
Not analysed yet
ρους, καὶ τῶν ἄλλων ὁτιοῦν ταὐτὸ τοῦτο λέγομεν παρίστασθαι· πλὴν εἰ προσάγεται ταῦθʼ ὅμως διὰ τῆς γραφῆς καὶ τἆλλα περισσομυθεὶ διοικεῖται, παρέντες καὶ παραλεξάμενοι πάντα τὸ ὅλον σχεδὸν βυβλίον κατεσχηκότα, τὸ δὲ μέρος ἐκεῖνο μόνον ἡγησάμενοι πρὸς αὐτούς, διʼ οὗ φησιν ῥητῶς ἄτεχνα τὰ μέρη ὑπολαμβάνεσθαι τῆς ῥητορικῆς . κ . επαμα. ων |με θε. αι αηοσιοιθ. |ετι ανα ειδεχον |οὐχ ὅλον νταδιην |εγαφηι α ἐξ ἐπῶν σχεδὸν τρισχιλίων κατανοήσομεν ἐξετάζεσθαι ἀναμφιλέκτως. Ἵνα δὲ παριστῆι διελεγχόμενον ὁ Ἐπίκουρος τὸν νεανίσκον τὸν ἐκ μελέτης ῥητορικῆς ὡς ἂν δύναμιν ἐπαγγελλόμενον τοῦ σοφιστεύειν τὴν πανηγυρικὴν καὶ τὴν πολειτικήν, ποιεῖ τὸν Ἰδομενέα μετὰ τὸ παρρησία ἔστωʼ μέχρι τῶν ‘ἔγνωστο ὑμεῖνʼ ἐξαιτούμενον συγγνώμην, εἰ νέος ὢν θρασύνεται, καὶ συνάπτοντά τινʼ αὐτὸν τοιαῦτα κατὰ λέξιν· „Θαυμαστὸν δή, εἰ σὺ μὲν οὐδὲν ἐξείργου διὰ τὴν ἡλικίαν, ὡς αὐτὸς ἂν φήσαις, τῶν κατὰ σεαυτὸν ἀπάντων νέος ὢν πρεσβυτῶν ἀνδρῶν καὶ ἐνδόξων πολὺ ἐν