Ancient Greek · ~4 min
Book 2
Philodemus, Volumina Rhetorica 2.9a
Not analysed yet
ἐν φιλοσοφίαι, καὶ ταῦτα πρὸς τούτους ἀνατεινόμενοι ὑπογράψομεν. „Ἐρωτῶ γάρ, ὦ βέλτιστε ἀνδρῶν, φήσεις, τῶν ἀπάντων, τίς ὁ ἐκεῖνʼ ἀναγράψας ἐστίν; “Οὐ Ζήνωνγε. —Τοοῦ δὲ ἐν τῆι φιλοσοφίαι τῆι καθʼ ἡμᾶς ἀνεστραμμένου καὶ τῶν ἡγουμένων τοὺς Ἰσοκρατείους λόγους καὶ τοὺς ὁμοίους οὐκ ἀμεθόδως καὶ σχεδιάζεσθαι καὶ γράφεσθαι κατʼ ἄκραν ἐλενκτικόν ἐστι τὸ „δοκεῖν Ἐπικούρωι τέχνην οὐχὶ μὲν ὑπάρχειν ὄχλων πειστικὴν πάντως οὐδὲ πλεοναζόντως, καὶ τὸ τοὺς οὐ ῥητορῖκοὺς ἐνίοτε μᾶλλον πείθειν τῶν ῥητορικῶν, καὶ τὸ τοῖς θορύβοις ἧττον περιπείπτειν τοὺς πανηγυρικοὺς καὶ τῆς τεχνολογίας μετέχοντας τῶν οὐδέν· καὶ τὸν Ἐπίκουρον καὶ ὀνομάζειν ὡς τέχνας μέν, τοὺς ἐπιστήμονας δʼ ὠφελεῖσθαι καὶ τοῖς ἐκ τῶν διατριβῶν, οὐχὶ δὲ φάσκειν χάριν τούτου τισὶν ἀκολουθεῖν τὸ τέλος· κἂν ἔχηι καθʼ ὑπόθεσίν τις τὴν ἀεὶ πείθουσαν πολλοὺς δύναμιν, οὐκ ἀγαθῶν ἀλλὰ μεγάλων κακῶν αἰτίαν αὐτὴν εἶναι. “Ἔδει γοῦν, ἃ χάριν τοῦ μὴ πολειτικῆς εἶναι τέχνην οἱ περὶ τὸν Ἐπίκουρον ἀποδεικνύουσιν, ἕνεκα ταύτης μόνον λέγεσθαι νοεῖν, οὐχὶ καὶ χάριν τοῦ μηδʼ ἄλλης τινὸς μεθόδου σοφιστὰς εἶναι ἐνπεί