Ancient Greek · ~4 min
Book 2
Philodemus, Volumina Rhetorica 2.11a
Not analysed yet
τῆι ῥητορικῆι δυνά μει ὑπερέχειν. “Ὡς δʼ ἄν αὐτοῦ ἔφησας τοῦθʼ, οὗπερ ἠθέλησας· παρρησία ἔστωʼ καὶ ἃ ἐπηνέγκατο· εἶτα· „θαυμαστὸν δή φημι, εἰ σὺ μὲν οὐδὲν ἐξείργου διὰ τὴν ἡλικίαν ἐν τῆι ῥητορικῆι δυνάμει προέχειν, ὃ δοκεῖ τριβῆς εἶναι καὶ συνηθείας πολλῆς, τοῦ δὲ θεωρῆσαι τὰ πράγματα, ὡς ἔχει, διὰ τὴν ἡλικίαν ἔστιν ἐξείργεσθαι, οὗ μᾶλλον ἄν δόξαι ἐπιστήμη αἰτία εἶναι ἤπερ τριβὴ καὶ συνήθεια“. ‘Διὰ ταύτην, φασίν, τὴν ἀπόφασιν τὴν ῥητορικὴν ἀπλῶς ἄπασαν αὐτῷ ἀναπέφανται τριβῆι περιγίνεσθαι καὶ συνηθείαι καὶ οὐδὲ ἕν μέρος ταύτης οὕτωι δεῖσθαι τέχνης, καὶ σαφῶς τῶι λόγωι ἔοικεν ἐγδιδάσκειν, προσδιαστέλλων, τὰ ποῖα ἕπεται ἐπιστήμηι καὶ τὰ ποῖα τριβῆι καὶ συνηθείαι, καὶ τὸ τῆς ἐπιχειρήσεως οὕτως ἐπιφέρεται οὔτʼ ὄν ἀπίθανον οὔτε κωφόν· “εἰ τὸ δυσκρατὲς ὄν διὰ τὸ ἀμέθοδον ἔστι γείνεσθαι περὶ νέον, πολλῶι μᾶλλον τὸ διʼ ἐπιστήμης ἅτε μεθόδοις καὶ στοιχειώσεσιν καθολικαῖς ἀναλαμβανόμενονʼ; Εἰ δέ γε τέχνηι ἡ ῥητορικὴ συνείχετο ἤτοι ἅποσα ἢ καὶ μέρος αὐτῆς, κωφὸς ἂν ὁ λόγος ἐγίνετο τοιοῦτος ὤν· ‘εἰ τὸ μεθόδωι γινόμενον οὐ κωλύεται περὶ νέον