Ancient Greek · ~4 min
Book 2
Philodemus, Volumina Rhetorica 2.12a
Not analysed yet
ὑπάρχειν, πολλῶι μᾶλλον οὐδὲ τὸ μεθό δωι’. Καὶ γὰρ οὐδὲ πολειτικὸν καὶ δικανικὸν ἐρεῖ τις αὐτὸν λαμβάνειν μέρος· καὶ γὰρ ῥητῶς τὴν ῥητορικὴν λέγει καὶ πρὸς τὸν ἐπαγγελλόμενον σοφιστὴν πάντʼ ἔχειν τὰ μέρη· διόπερ οὐκ ἀποχωρήσαντος, γελοίως ὁ Ἐπίκουρός ἐστι τῆι μεταβάσει κεχρημένοςʼ. Τοιούτων δή τινων ὡς εἰπεῖν δυνάμει γεγραμμένων τὸ μὲν ὑπολαβεῖν, ὅτι τὴν ἀπόφασιν ποιεῖ ταύτην ὁ Ἐπίκουρος περὶ ἀπάσης ῥητορικῆς, οὐ μόνης τῆς πολειτικῆς, καὶ ταῖς τοῦ Συμποσίου λέξεσιν ἀκολουθεῖ τοιαῦτα, τοῖς τε ἔπεσιν ἀντιλακτίζον καὶ τῶι νῶι· οὐ, γὰρ μέχρι τῶν λέξεων τούτων ὁ σοφιστὴς οὐθὲν ἐπήγγελται περὶ τούτου, ἀλλʼ ὅτι τὰ ἰσόκωλα καὶ τὸ τῆς ἐμφάσεως καὶ τῆς ἐναργείας καὶ τὸ ἕτερον πᾶν ἐστιν περὶ τὴν πολειτικήν, καὶ ταύτης ἕνεκα μόνης καὶ προσδεῖσθαι φάσκει ὁ σοφιστὴς τῆς ἑτέρας δυνάμεως. Ἀλλʼ εἰ τὴν σοφιστικὴν ῥητορικὴν ἀρέσκει, καθάπερ ἀρέσκει, τέχνην εἶναι, προσδεομένην δὲ τέχνην πολλῆς λίαν τριβῆς καὶ συνηθείας —οὐ γὰρ ἀδύνατον οὐδʼ ἀθετούμενον ὑπὸ τῶν ἀνδρῶν ἐπιστήμας τινὰς πολλῆς τριβῆς ἐπιδεῖσθαι καὶ συνηθείας —πῶς κωφότερος Ἐπίκουρος γείνεται ἐκ τούτων; πῶς δʼ εἰ τὸ μὲν πολειτικὸν