Ancient Greek · ~4 min
Book 2
Philodemus, Volumina Rhetorica 2.13a
Not analysed yet
εἶδος ἢ μέρος τῆς ῥητορικῆς τριβῆς δεῖται πολλῆς καὶ συνηθείας, τὸ δὲ σοφιστικὸν ἐπιστήμης μόνης, κωφὸς ὁ λόγος γίνεται; πρὸς θεῶν δηλωσάτω τις ἡμεῖν. Οὐ γὰρ δὴ τοιοῦτός ἐστιν, καθάπερ οὗτός φησιν· „εἰ τὸ μεθόδωι περιγινόμενον ἔστι περὶ νέον, πολλῶι μᾶλλον ἔσται τὸ μεθόδωι γινόμενον“ ἀλλὰ τοιοῦτος· „εἰ τὸ μὴ μόνον διὰ μεθόδου παραγεινόμενον“. Εἰ γὰρ τὰ δύο κατακρατῆσαι ἄμα νέῳ δυνατόν, ἐνδεχόμενον δήπου καὶ περιγίνεσθαι νέῳ θἄτερον. “Των αι φυλαξ. μ. ιδειλφω ——μὴ θεῖναι πρὸς θεῶν ‘ὃ τριβῆς ἐστιν καὶ συνηθείας πολλῆςʼ καὶ οὕτωι προσάγειν τὸ προκείμενον, προσθεῖναι δὲ τὸ ‘δοκεῖʼ δισταγμόν —(es fehlen 6 Ζeilen) —εἰ μὲν ἐστοχάζετο κατὰ τὴν λέξιν τοῦ ῥητορικοῦ, καὶ διὰ τοῦτο ἀρέσκειν εἰπεῖν, ὃ κινεῖ· εἰ δὲ μετά τινος ὑποστολῆς ἐπετίθετο, καὶ διὰ τὸν στοχασμόν· καὶ γὰρ τοῦτʼ οὐ μόνον ἐπὶ τῆς ῥητορικῆς ἀλλὰ καὶ ἐπὶ τῆς φρονήσεως ἐτήρησε, κἀκεῖ τὸ “δοκεῖ’ προσθείς· καὶ