Ancient Greek · ~4 min
Book 2
Philodemus, Volumina Rhetorica 2.14a
Not analysed yet
τὸ ‘δοκεῖ’ δεξόμεθα δηλαδὴ καὶ ἐπὶ τοῦ πολειτι κοῦ μέρους, ὃ πανταχῆι κεκράγασιν ὥς ἐστιν ἄτεχνον, καὶ τὸ πιθανὸν τῆς ἐπιχειρήσεως οὐκ ἐγ δισταζομένου προσάγοιτʼ ἄν ἀλλʼ ἐξ ὁμολογουμένου’. Καὶ τίνα τρόπον, ἐὰν τούτοις συνβοηθήσωμεν, εὐγνώμονες, οὐκ εὐήθεις ὑποληφθησόμεθα; Τό τε γὰρ ὑποστέλλεσθαι τἀληθῆι λέγειν καὶ διστάζειν πῃ περὶ τῶν εὐδοκούντων ἑαυτῶι τοῦ ῥητορικοῦ στοχαζόμενον ἀνοίκειον καὶ τοῦ διαλεχθέντος νεανίσκου καὶ τοῦ τὴν κοινολογίαν ἀναγράφοντος Ἐπικούρου, καὶ ταῦτα μετὰ παρρησίας ἀκροτάτης καὶ ἀνυποστόλως τἆλλά τε καὶ ἐν τούτωι τῶν πρὸς τὸν ἄνθρωπον τεταγμένων λόγων. Πῶς δʼ ἂν εἴη θιγεῖν τινος καὶ πικρότερον; Ἀλλὰ τοῦτό γε τἀνδρὶ παρείσθω, πότερον ὑποστελλόμενος ἔφη ἢ καὶ διστάζων ἢ τέχνην ὑπειληφώς, τὸ δὲ ἄλλοις τισὶν προφερόμενον ἢ κατὰ τὸ παρόν, ὡς ἀσαφὲς αὐτὸ ποιούμενος, εἴτʼ ἔστι τινὸς καὶ τέχνης, εἴτε μηθὲν ἔχει τέχνης ἴδιον, καὶ ἀληθές ἐστι καὶ χαρακτηρικῶς τοῖς ἀνδράσιν σύνηθες ποιεῖν· καὶ γὰρ τετηρημένον καὶ ἐπὶ τῆς φρονήσεως· ἐν αὐτοῖς τε τοῖς ἔπειτʼ ἐγίνετο ἂν στοχασμὸς