Ancient Greek · ~4 min
Book 2
Philodemus, Volumina Rhetorica 2.15a
Not analysed yet
τοῦ ῥητορικοῦ, τῆς ‘δοκεῖʼ φωνῆς κἀνταῦθα παρατιθεμένης· ὁ δʼ ἐπαγγελλόμενος ῥητὰς παρατεθήσεσθαι διαλέκτους οὐ λιπαρεῖν ὀφείλει, τοῦτʼ ἐγδέχεσθαι τοὺς ἀκούοντας, ὃ βούλεται, καὶ ἄλλων δηλουμένων. ‘Καὶ δὴ γὰρ οὐ φῇς, μὴ ὑποστελλόμενον, οἷον Ἐπίκουρον λέγεις, αὐτῶι τούτωι συνκατατίθεσθαι τοῖς ἄτεχνον τὴν ῥητορικὴν λέγουσιν; ʼ Τύτε δὴ καὶ σαφῶς ἀρέσκειν φημὶ ἐν ἄλλοις τέχνην εἶναι κατὰ τὴν ἀλήθειαν, ὃ ἐπὶ στοχασμὸν τοῦ ῥήτορος ἀνάγειν μανικόν. ‘Ἀλλὰ δεξόμεθα τὸ ‘δοκεῖʼ καὶ ἐπὶ τῆς πολειτικῆςʼ. Εἰ θέλεις, δεχώμεθα, μηδὲν φοβηθέντες, εἰ αὐτὴν ἐν ἄλλοις ἀμέθοδον· καὶ γὰρ ἡμεῖς τὸ ‘δοκεῖ’ νῦν ἐπὶ τῆς σοφιστικῆς προσδεχόμεθα κεῖσθαι τῶι μὴ παρὰ τοῦτον νῦν κυροῦσθαι μηθὲν τὸν λόγον, καίπερ ἐμ πολλοῖς τέχνης λεγομένης. Εἰ δʼ ἠρώτησέν τις καθιριαν ι Ἐπίκουρον, εἴπτερ τρανώσειε τοὺς λόγους, τὸ ποῖον εἶναι εἶπεν τεχνικὸν καὶ τὸ ποῖον ἄτεχνον, οὐ κατὰ τὸ πιθανὸν ἐξ ὁμολογουμένου, κἂν περὶ ἄλλου δίσταγμα προσῆι, προσαγαγεῖν ἂν ἔφη τὸ προκείμενον· διστάζεται μὲν γάρ, εἰ