Ancient Greek · ~4 min
Book 2
Philodemus, Volumina Rhetorica 2.16a
Not analysed yet
πᾶν ἐν τριβῆι καὶ συνη θείαι, σύμφωνον δʼ ἐστὶν τὸ δεῖσθαι πολλῆς τριβῆς καὶ συνηθείας· τὸ τοίνυν ‘δοκεῖ’ τῶι δισταζομένωι προσθεὶς ἐκ τοῦ, κἂν τὸ δισταζόμενον παρεθῇ, διδομένου προσάγει τὸ προκείμενον. Ἐφεξῆς δὲ πρὸς τὸ συστῆσαι, διότι δή τις τέχνη κατʼ Ἐπτίκουρόν ἐστιν ἡ ῥητορική, τοῦθʼ ἡμεῖς παρετίθεμεν λέγοντες· „εἰ μόνην τριβὴν αὐτὴν ἐνόμιζεν εἶναι καὶ συνήθειαν, οὐκ ἂν τὸ ‘δοκεῖʼ προσέθηκεν· ,οἱ δὲ ἔφησαν οὐ δηλοῦσθαι τὸ λεγόμενον ὑφʼ ἡμῶν ἤτοι μὴ τοῦτο δηλοῦσθαι μόνον. Εἰ μὲν τὸ πρῶτον, οὐ συνίεμεν ἡμεῖς ἑλληνιστὶ διαλεγομένων, εἰ δὲ τὸ δεύτερον, διὰ τίνʼ αἰτίαν αὐτοὶ χρῶνται ἀμφιβόλοις λέξεσιν ἐν τοῖς πρὸς ἡμᾶς ἐλέγχοις; Παραστήσω δὲ μὴ μόνον ἐπʼ αὐτῶν τῶν προκειμένων ἀσάφειαν ὑπάρχειν, ἀλλʼ Ἐπίκουρον τοῖς ἐφεξῆς περὶ φρονήσεως λόγοις ,,οὗ μᾶλλον ἂν δόξειεν ἐπιστήμη αἰτία εἶναι ἤπερ τριβή“ πάλιν ἀμφιβόλους τεθεικέναι διαλέκτους, καὶ ἠμφισβητημένως ἐλέγξω προσφερόμενον αὐτὰς καὶ δηλούσας μὲν τὸ τῆς ῥητορικῆς καὶ διʼ ἐπιστήμης τινὸς καὶ διὰ συνηθείας δὲ καὶ διὰ τριβῆς περιγεινόμενον, μᾶλλον δὲ διὰ τῆς τριβῆς καὶ συνηθείας ἢ διὰ τῆς τέχνης, τὸ δὲ φρονήσεως διʼ