Ancient Greek · ~4 min
Book 2
Philodemus, Volumina Rhetorica 2.17a
Not analysed yet
ἀμφοτέρων μέν, μᾶλλον δὲ διʼ ἐπιστήμης ἤπερ διὰ συνηθείας καὶ τριβῆς, δηλούσας δὲ τὸ τὴν φρόνησιν μὲν διʼ ἀμφοτέρων, μᾶλλον δὲ διὰ θἀτέρου, τὴν δὲ ῥητορικὴν διὰ μόνου θἀτέρου, καὶ τρίτον τὸ καὶ τὴν φρόνησιν διὰ μὲν ἐπιστήμης περιγίνεσθαι, διὰ δὲ ἱστορίας καὶ τριβῆς μὴ παραγίνεσθαι. Τὴν δὲ γραφὴν ὁ συστησάμενος ταύτην ἀποκληρώσας τοῦτό φησιν αὐτὰς διασαφεῖν, ὅτι ῥητορικὴ μὲν τριβῆι μόνον καὶ συνηθείᾳ παραγείνεται, φρόνησις δʼ ἐπιστήμηι μόνον. Ἀλλὰ γὰρ κἂν τὸ “δοκεῖ’ ἐν τῶι τόπωι μὴ προσποηθῶμεν ἀλλʼ ἀφέλωμεν αὐτὸ παντελῶς καὶ τὰς φωνὰς οὕτως ὑποθώμεθα κατακεχωρίσθαι· „Σὺ μὲν οὐκ ἐξείργου τῆι ῥητορικῇ δυνάμει προέχειν, ὅ τριβῆς ἐστι καὶ συνηθείας πολλῆς“, τίνα τρόπον τοῦθʼ, ὅπερ ἀξιοῦσιν, διασαφεῖται τὸ μὴ περιγείνεσθαι καὶ τέχνηι τὴν ῥητορικὴν ἀλλὰ μόνον τριβῆι καὶ συνηθείαι; Τῆι γὰρ αὐτῆι φορᾶι ἂν εἴπαιμεν· πολλῆς μὲν φιλοπονίας ἐστὶ δηλονότι τὸ φιλοσοφεῖν καὶ ἡ φιλοσοφία, πολλῆς δʼ ἄγαν εὐτυχίας ἡ βασιλεία, καὶ πολλῆς ἐστι κακοπραγίας πτωχεία, καὶ πολλῆς ἐστι συνηθείας φιλία·