Ancient Greek · ~4 min
Book 2
Philodemus, Volumina Rhetorica 2.18a
Not analysed yet
καίτοι οὕτω γʼ οὐ δεὶς ἐγένετο ἀγροῖκος, ὥσθʼ ὑπολαβεῖν ἡμᾶς λέγειν διὰ μόνης φιλοπονίας τὸ φιλοσοφεῖν καὶ τὴν φιλοσοφίαν περιγίνεσθαι καὶ τὴν βασιλείαν διὰ μόνης εὐτυχίας καὶ τἆλλα παραπλησίως. Οὕτως τοίνυν εἰπόντος Ἐπικούρου, διότι ,,πολλῆς ἐστιν ἡ ῥητορικὴ τριβῆς καὶ συνηθείας· οὐχ ὑπακουστέον τὸ ‘μόνης’ ἀλλὰ μόνον τὸ „δεῖται πολλῆς τριβῆς καὶ συνηθείας· . Τὸ γὰρ “ἔστιν’ ἐπὶ τοῦ “δεῖται’ τίθησιν, ὅταν οὕτως ὁμειλῶμεν, ἡ συνήθεια· τό τε μετριώτατον, ὅ ὑπὸ τῶν λέξεων σημαίνεται, καὶ οὐχὶ θἄτερον μόνον ἢ αἰεὶ θἄτερον σημαίνεσθαι ῥητέον. Ἔτι τοίνυν ἕνεκα τῶν διαλέκτων, ὧν ἄνθρωπος παρατέθεικεν οὗτος, ἄδηλον εἶναί φημι, πότερον ἐκ συνηθείας καὶ τριβῆς μόνον περιγίνεσθαι τὴν ῥητορικὴν ὑπελάμβανεν ὁ Ἐπίκουρος ἢ καὶ διὰ τέχνης καὶ τριβῆς ἢ οὐδʼ ὅλως ἐκ τριβῆς καὶ συνηθείας. Πρόκειται γὰρ ἐν ἀρχῆι μέν· „Θαυμαστόν φαμεν, εἰ σὺ μὲν οὐδὲν ἐξείργου διὰ τὴν ἡλικίαν, τῶν ἀπάντων δὲ νέος ὢν πρεσβυτέρων ἀνδρῶν καὶ ἐνδόξων πολὺ ἐν τῆι ῥητορικῆι δυνάμει ὑπερέχειν ἕλε