Ancient Greek · ~4 min
Book 2
Philodemus, Volumina Rhetorica 2.19a
Not analysed yet
γες“. Τἀνδρὸς δέ· „Θαυμαστὸν δή, εἰ σὺ μὲν οὐθὲν ἐξείργου διὰ τὴν ἡλικίαν ἐν τῆι ῥητορικῆι δυνάμει προέχειν“. Ἐπέζευκται δὲ τούτοις· ,,ὃ δοκεῖ τριβῆς εἶναι καὶ συνηθείας πολλῆς“. Οὐκοῦν δυσὶν τούτοις —λέγω δὲ τῇ τε „ῥητορικῇ δυνάμει“ καὶ τῶι ,,πολὺ ὑπερέχειν πάντων τῶν πρεσβυτέρων καὶ ἐνδόξων· —ἐπέζευκται τὸ „ὃ δοκεῖ τριβῆς εἶναι καὶ συνηθείας πολλῆς; Ὀταν δὲ δυσὶν δήπου προταχθεῖσιν ἐπανενεχθῆι τι, πάντως ἀμφίβολον γίνεται, τίνι τῶν προκειμένων ἐπέζευκται· διόπερ ἀμφίβολον γίνεται καὶ τὸ ,ὅ δοκεῖ τριβῆς εἶναι καὶ συνηθείας πολλῆς· πότερον τῆι ,ῥητορικῆι δυνάμει “ἐπενεκτέον ἢ τῶι„πολὺ πάντων ὑπερέχειν“. Εἰ γὰρ οἰόμενος ἔτυχε, τὴν μὲν ἀνάληψιν τῆς ῥητορικῆς δυνάμεως τέχνῃ μόνον περιγίνεσθαι, τὸ δὲ ἀπάντων τῶν τὴν ῥητορικὴν ἀνειληφότων ὑπερέχειν τριβῆι καὶ συνηθείᾳ, πρὸς μέντοι γε τὴν θέαν αὐτῶν τῶν πραγμάτων, οὐ πρὸς τὴν ἀπάντων ὑπεροχὴν ἀπαρκεῖν καὶ τὴν ἐπιστήμην, τοῦτο κατά γε τὴν φράσιν οἷόν τʼ ἄν ἦν. Ἀλλʼ οὐκ ἄν, οἶμαι, τὸ τοιοῦτο φήσαι τις καὶ περὶ νέον δὴ καὶ ἀληθῶς εἶναι τὸ πάντων