Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.20a
Not analysed yet
ἐν τῇ τέχνῃ προέχειν. Εἰ μέντοι τὰ κατὰ τὴν τέχνην τριβῆς δεῖται καὶ συνηθείας πολλῆς καὶ ἀνατεταμένης, συνομολογῶν, τοῦτʼ ἐσχηκέναι, καὶ μᾶλλον ἂν ὁ Ἐπίκουρος ἐστοχάζετʼ αὐτοῦ τοῦτο χαριζόμενος, ὃ ἐκείνῳ μὲν ἐφαίνετο μέγα, τὴν πρόθεσιν δʼ οὐκ ἐμποδίζει. Νὴ Δία μέντοι καὶ ἐὰν βούληι σκοπεῖν, πῶς ἐγδέχεται τοῦτο ὁ συστησάμενος τὸ βιβλίον, κατʼ οὐθὲν φήσει πρὸς τὸ ὑπερέχειν ἀποδεδόσθαι τὸ ‘δοκεῖ’ μᾶλλον ἢ πρὸς τὴν ῥητορικήν, ἀλλ οὐδέν γε λέγων τὸ πᾶν ἀλλὰ τὸ μόριον ἄγνωστον ὑπάρχειν, ποτέρωι τοῦτʼ ἐπέζευκται, σὺ δὲ τὸ μὲν ῥητὸν ἀπομαχόμενος ἔτυχες, συκοφαντικὰς δὲ παρακαλεῖς προχειρότητας. —Καίτοι τί ἄν τις ἐπὶ πλεῖον διατρίβοι; σχεδὸν γὰρ ὑπέρκαιρα καὶ ταῦτα πρὸς τὸν τόπον. Ἀ μέντοι παρὰ Μητορδώρωι γράφεται μαρτύρια, τὴν δόξαν οὐ μᾶλλον ἐλέγξειεν ἂν τὴν ἡμετέραν ἢ τούτου καὶ τονον λειν ἀπὸ τοιούτων τὸν Ἐπίκουρον (es fehlen 3 Ζeilen) προς υοιν αὐ