Ancient Greek · ~2 min
Book 2
Philodemus, Volumina Rhetorica 2.3
Not analysed yet
„Κατὰ τὰς ἄλλας τέχνας τὰ θεωρήματά ἐστιν ἀληθῆ, ψευδῆ δὲ κατὰ τὴν ῥητορικήν. “Διὰ τοῦτο οὐδὲ τὴν φιλοσοφίαν τέχνην ῥητέον οὐδὲ τὴν ἰατρικὴν οὐδὲ τὴν μουσικήν· ὡς δʼ, εἴ τινα ψευδῆ τῶν ὑπό τινων καταβεβλημένων νε ἐστιν, εἰπεῖν εἰκὸς τὸ ,τινὲς ἡμαρτήκασι τῶν τῆς τέχνης“ μηδὲ τὸ „ἀμοιροῦντες ἐοίκασιν τῶν ἀληθινῶν τῆς τέχνης θεωρημάτων“, οὕτω καὶ ψεύδεται τὸ τὴν ῥητορικὴν προσφερομένην ψευδῆ παραγγέλματα μηδʼ εἶναι τέχνην. —Πρὸς δὲ τὸν τέλειον καὶ ἀτέλειον ἐν γεωμετρίαι καὶ ταῖς ἄλλαις ἐπιστήμαις υτεβιειιειν καιτ εγει