Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.21a
Not analysed yet
τοῖς ανα σεξα εἴων ἄλλων ἄλλαις συνημμένων, καὶ αὐτοὶ δὲ κατὰ διάληψιν, ὡς ἔφαμεν, ἁψόμεθα καὶ τούτων. Νυνεὶ δὲ τὰ κατεπείγοντα καὶ τὰ κατάλοιπα τῆς διεξόδου προσθέντες παραγράψαιμεν ἂν τὸν ὑπομνηματισμόν. Τὸ τοίνυν οὐκ ἀποτελεῖν κατὰ τοὺς ἄνδρας τὴν σοφιστικὴν ῥητορικὴν τεχνείτας οὐδʼ ἔργον τῆς ἐμπράκτου καὶ πολειτικῆς ῥητορικῆς δηλοῖ μὲν καὶ τὸ πρῶτον περὶ ποιημάτων διὰ πλειόνων —ἀποχρήσει δὲ καί τινα τῶν ἐκεῖθεν ὑφʼ ἡμῶν παρακειμένων οὐ φατικῶς διασαφοῦντα μόνο ἀλλὰ καὶ πίστεις περιειληφότα —,δηλοῖ δὲ καὶ Ἕρμαρχος, διʼ ὧν παρεθέμεθα, μετὰ δὲ τῆς πάσης ἐξεργασίας Ἐπίκουρος ἐν τῶι Περὶ τῆς ῥητορικῆς τελείως ἀνεπιμείκτους διδάσκωον τὰς δυνάμεις καὶ συνεργούσας μὲν οὐθὲν εἴς γε τὴν ἕξιν τὴν πολιτικὴν τὰς διατριβάς, πολλάκις δὲ καὶ μεταβαλλούσας, ἃ προφέρεσθαι νῦν ἐμ μέσωι κείμενα πᾶσιν ματαῖον φαίνεται καὶ περιττόν. Ἀλλὰ μὴν καὶ ταύτην τὴν τοῦ δημηγορεῖν καὶ δίκας λέγειν