Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.23
Not analysed yet
τέχνην τὴν ῥητορικὴν λεγόντων, καλῶς δὲ σεσημαγκέναι περὶ τῶν καὶ ὑπʼ αὐτῶν παραλελειμμένων, ὡς ὑποδεδείχαμεν, τὸν ἔλεγχον περιέχουσιν. Τὸ δὲ Πολυαίνου λεγόμενον περὶ ῥητορικῆς οὐχ ὑπάρχον Πολυαίνου, καθάπερ ἐνεφανίσαμεν, καὶ αὐτὸ τὸ τῶν παρατεθειμένων ἐπισεσυρμένον παρίστησιν. Οἱ μέντοι λέγοντες αὐτὴν τέχνην, προσδεομένην δὲ φύσεως καὶ τριβῆς οὐκ εἰς τὴν ἑαυτῆς ἀνάληγψιν ἀλλʼ εἰς τὴν ἐπιτυχίαν τοῦ τέλους παντελῶς καὶ τῆς ἀληθείας καὶ τῆς κρίσεως τῶν καθηγεμόνων διαπεπτώκασιν· οὔτε γὰρ τὸ πλεοναχὸν διεστείλαντο τῆς ῥητορικῆς —διὸ καὶ τὴν πᾶσαν ἐν τοῖς λεγομένοις ἀναδέχονται κύκησιν —ὡς τέχνης τε σχεδὸν τῆς σοφιστικῆς οὔσης καὶ καλουμένης ῥητορικῆς, αὐτοί, ἃ λέγουσιν, ἐκτεθεικασιν. Τῶν τε περὶ τὸν Ἐπίκουρον