Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.24
Not analysed yet
ἀποφαινομένων τέχνην εἶναι τὴν σοφιστικὴν τοῦ λόγους συγγράφειν καὶ ἐπιδείξεις ποιεῖσθαι, τοῦ δὲ δίκας λέγειν καὶ δημηγορεῖν οὐκ εἶναι τέχνην, τὴν σοφιστικήν γέ τοι τέχνην φασὶν εἶναι, τῶν ὑστέρων ὁμοίως εἰρηκότων, οὐδεμίαν, εἶναι τῆς πολιτικῆς δυνάμεως τέχνην, μή τι καταλείπουσί τινα περὶ αὐτῆς ἐπιστήμην. Ψευδῶς δὲ κατὰ τὴν πρόχειρον ὑπʼ αὐτῶν λέγεται καὶ τὸ τὴν σοφιστικὴν μὴ προσδεῖσθαι φύσεως καὶ τριβῆς εἰς τὴν ἑαυτῆς ἀνάληψιν, ἢ καὶ φιλοσοφίαν ῥητέον οὐδαμῶς προσδεῖσθαι τούτων. Τὸ δʼ ἐκτεθὲν ὑπʼ αὐτῶν τὸ τῆς γραμματικῆς καὶ ἀνομοίως, ὧι θέλουσι, καὶ κατʼ αὐτῶν ἅμα κεῖται· καθάπερ γὰρ βάσιν ἐπὶ ταύτης προϋποκεῖσθαι δεῖ φύσιν, οὕτως καὶ ἐπὶ ῥητορικῆς· ἐπὶ δὲ τῆς γραμματικῆς χρεία φύσεως καὶ τριβῆς πρὸς τὴν