Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.25
Not analysed yet
ἀνάληψιν αὐτῆς, οὐ πρὸς τὴν ἐπιτυχίαν τοῦ τέλους· ὥστʼ εἴπερ ὁμοίως λεκτέον καὶ ἐπὶ τῆς ῥητορικῆς, καὶ ταύτην ῥητέον προσδεῖσθαι φύσεως καὶ τριβῆς πρὸς τὴν ἀνάληψιν τὴν ἑαυτῆς. Ἐπεί τέ φασιν φύσεως δεῖσθαι πρὸς εἰκονισμόν, πρὸς τὸν χερῶν συμπαθῆ σχηματισμόν, πρὸς τὸ εὐέμπτωτον εἶναι ἐπὶ τὰ δυνάμενα πείθειν, τὴν δὲ τριβὴν καὶ τὴν ἐξ αὐτῆς ἕξιν εἶναι ποριστικὴν τῶν πρὸς τοὺς καιρούς, στοχαστικὴν τῶν προσώπων, πολλοῖς παρακολουθητικήν, καί φασι πολλάκις κεκτῆσθαι δύναμιν, θαυμάζω μέντοι, τί τῆι τέχνηι παρείκασιν. Οὐ μὴν ἀλλʼ αὐτούς γε χρῆν, ὥσπερ ἃ ποιεῖ φύσις καὶ τριβὴ παρατεθείκασιν οὐ πρὸς τὴν ἀνάληψιν αὐτῆς ἀλλὰ πρὸς τὴν ἐπιτυχίαν τοῦ τέλους, οὕτως ὑπόδειξιν ποιεῖσθαι ἡμῖν, τίνα πότʼ ἐστιν, ἃ πρὸς τὴν ἀνάληψιν αὐτῆς συνεργεῖ, καὶ τίνα