Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.26
Not analysed yet
τέχνης ἐστίν, καὶ διὰ τί οὐκ ἐκεῖνά τισιν ἐνγινόμενα τευκτικοὺς καθίστησι τῶν τελῶν. Οὐκ ὀρθῶς δʼ ἵστασθαι νομιστέον οὐδὲ τοὺς ἀποφαινομένους οὐκ εἶναι τέχνην, εἴ τις προείληφε τέχνην τὴν τὸ μεθοδικὸν ἔχουσαν καὶ ἑστηκὸς παράδοσιν, εἰ δὲ καλεῖ καὶ τὴν ὁλοσχερῆ παρατήρησιν τὴν στοχαζομένην τοῦ ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον, ὥσπερ ἰατρικὴ καὶ κυβερνητική, τέχνην εἶναι. Πρῶτον μὲν γὰρ ὥσπερ οὐχὶ καθʼ ἑκάτερον τῆς τέχνης καλεῖσθαι προειλημμένης ἀλλʼ ὥς τινων θελόντων ὀνομάζειν οὕτωι τῇ διδασκαλίαι κέχρηνται. Ἅμα δὲ μεμφόμενοι τοὺς ἀδιαστόλως λέγοντας αὐτοὶ τὴν ῥητορικὴν οὐ διεστάλκασιν καί τινα τέχνην ἢ μὴ τέχνην ἀποδεικνύειν θέλουσι· πρὸς δὲ τούτοις, τῆς πολιτικῆς οὔτε οὔσης τέχνης λεγομένης τε πρὸς τῶν ἀνδρῶν οὐκ εἶναι, κατὰ ταύτην εἶναι τέχνην τήν γε διαστολὴν τῶν ἐπιστημῶν, οἵαν αὐτοὶ πεποίηνται. Κατʼ οὐδέτερον