Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.27
Not analysed yet
γὰρ τρό πον τῶν ἐκκειμένων τέχνην ἔστιν εἰπεῖν τὴν πολιτικὴν ῥητορικήν. Ὅτι μὲν γὰρ οὐκ ἔχει τὴν μεθοδικὴν παράδοσιν καὶ τὴν τὸ ἑστηκὸς προσφερομένην ὁμολογοῦσιν, ὅτι δʼ οὐδὲ τὴν παρατήρησιν τὴν τοῦ ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον στοχαζομένην, Ἐπίκουρος ἐν τῶι πρώτωι Περὶ βίων καὶ ἐν τῶι Περὶ τῆς ῥητορικῆς ὑπογέγραφεν καὶ Μητρόδωρος ἐν τῶι Πρὸς τοὺς ἀπὸ φυσιολογίας λέγοντας ἀγαθοὺς εἶναι ῥήτορας διδάσκει, „ὅτι ἐμπείρους τῆς πολιτικῆς οὐκ ἔστιν εἰπεῖν, οὐδὲ δύναμις οὐδέ τις κατὰ τὸ πλεῖστον οὖσα παρατήρησις ὑπάρχει, ἀλλὰ τὴν τοιαύτην διάθεσιν πολιτικὴν λέγομεν, τις ἂν διαλαβεῖν εὐλογίστως καὶ εὑρεῖν ἐπιμελῶς οἷός τε ἦν τὸ τῶι πλήθει ἑκάστοτε συνφέρον“· οὔτε δὲ τοῦτο μεθόδωι τις ἂν ἔχειν εἴποι, καὶ ἄλλη πίστις ἐστὶ περὶ τοῦ τὴν πολιτικὴν μὴ στοχάζεσθαι τοῦ ὡς ἐπὶ τὸ πολ