Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.28
Not analysed yet
καὶ κατὰ τὸ εὔλογον, καὶ δῆτα καὶ φέρεται πρὸς τῶν περὶ τὸν Ἐπίκουρον· λέγω δὲ τὸ τῶν πολλῶν ἀόριστον καὶ τοῖς αὐτοῖς ὁτὲ μὲν πειθόμενον, ὁτὲ δὲ προσκόπτον. Ἡ δὲ περὶ τοῦ στοχασμὸν ἔχειν τῶν ὡς ἐπὶ τὸ πολὺ καὶ κατὰ τὸ εὔλογον τελέως ἐστὶν ἀπόπληκτος οὖσα τοιαύτη· „τὸ δὲ παρατετηρηκέναι τοὺς ῥήτορας τὰ ὡς ἐπὶ τὸ πολὺ πείθοντα καὶ ταῦτʼ εἰς παράδοσιν ἠχέναι, καὶ διότι προοιμιαζόμενοι καὶ διηγούμενοι καὶ τἆλλα συντελοῦντες ἐξῆς μάλιστα πείθομεν, φανερὸν καθίστησι τὸ κατὰ τὸν δεύτερον τρόπον τέχνην εἶναι τὴν ῥητορικήν“. Οὐχὶ μὲν παρατετηρήκασιν οἱ ῥήτορες τὰ πείθοντα κατὰ τὸ πλεῖστον· εἰ δὲ δὴ τὰ προοίμια ταῦτα καὶ τὰς διηγήσεις καὶ τἆλλα τοῦ λόγου παραδιδόντες, ὡς οὗτοι νομίζουσι, καὶ παντελῶς εἰς παραδό