Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.4
Not analysed yet
γο ιση . δε τὰ συνέχοντα πρότερον εἰρήκαμεν, εἰρήκαμεν δὲ καὶ πρὸς τὸν παρακείμενο. „Ὁ τεχνίτης οὐκ ἀρνεῖται τεχνίτης ὑπάρχειν, ὁ δὲ ῥήτωρ. “Εἰ διαφορά τις καὶ τοιαύτη τεχνῶν ἐστιν, ὥστε τοὺς μὲν ἐν κοινῶι γε μηδέποτε ἐπανγέλλεσθαι, τοὺς δʼ ἔχειν ὁμολογεῖν τῆς τέχνης τὸ μεθοδικόν, οὐ δεόντως ἕνεκα τούτου τέχνην τὴν ῥητορικὴν οὐκ ἐροῦμεν· καὶ τινὲς δὲ τεχνῖται διὰ παντὸς ἀπαρνοῦνται τὴν τέχνην ἔχειν. ,,Καίτοι γʼ οὐκ ἀρνουμένων ἀτιμοτάτων εἰκὸς ἦν σοφιστὰς οὐκ ἐπαρνηθῆναι. “Καὶ φιλόσοφός γʼ ἐπαρνεῖται πρός τινας καὶ γεωμέτρης καὶ ποητὴς καὶ ἰατρὸς τὴν τέχνην ἔχειν· οὐ γὰρ διὰ παντὸς οὐδὲ πρὸς πάντας ἀλλʼ ἐνίοτε καὶ πρὸς ἐνίους ἐπαρνοῦνται τὴν τέχνην τὸν φόβον ἡγούμενοι περιαιρεῖσθαι τῶν ἐξ ἀνάγκης ἀπατηθήσεσθαι προσδοκώντωον. „Ἀρνοῦνταί τε τέχνην ἔχειν τήν γε σοφιστι