Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.34
Not analysed yet
κἂν εἴπαιμεν τὸ ὑποκεί μένον συνάγειν, ἀλλʼ οὐδὲν ἡμᾶς γε βλάψουσιν ἀλλʼ αὐτοὺς ἐκείνους· ἐῶμεν ἄρʼ ὡς πίστεις ὑγιεῖς, εἰ μή τι κἀκ τῶν πρότερον εἰρημένων ἔστιν ἀνελέσθαι πρὸς αὐτὰς καὶ βλέπονταί τινες ἐκφανεῖς καὶ παρακείμεναι ὑπεναντιολογίαι. Καὶ τούτων δʼ ἀποτεθεωρημένων λοιπὸν ἐνέστηκεν, ὃ δεῖ πρὸς τὸν φίλτατον ἐπιζητῆσαι Βρόμιον, πῶς περὶ τεχνῶν προτεθειμένος συνγράφειν καὶ ζητῶν, εἰ ἡ ἰατρικὴ τέχνη καὶ εἰ ἡ γραμματική, προθεὶς δὲ καί, εἰ ἡ ῥητορικὴ τέχνη, τὴν μὲν σοφιστικὴν παρῆκε ῥητορικὴν ὥσπερ οὐ λεγομένην καὶ κατὰ τὴν κοινὴν καὶ κατὰ τὴν Ἐπικούρου συνήθειαν, μόνην δὲ τὴν πολιτικὴν προσεποιήθη, καθαπερεὶ τῆς πλείστης σκευωρίας ἐν τοῖς περὶ λόγους διατρίβουσιν ἐνεστηκυίας περὶ τῆς τοιαύτης. Πῶς δὲ καὶ τέχνης οὔσης τῆς σοφιστικῆς καὶ λεγομένης ὑπὸ τῶν ἀνδρῶν; πῶς οὐκ, εἰ τέχνη ἐστὶν