Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.35
Not analysed yet
ἡ σοφιστική, προ εῖπε; πῶς οὐκ ἀποφάσκων αὐτὴν εἶναι τέχνην καὶ ἀπέδειξεν; πῶς τὴν πολιτικήν, λεγομένην ὑπὸ τῶν ἀνδρῶν οὐ τέχνην πολύ τε τοῦ τῆς τέχνης ἰδίου κεχωρισμένην, τέχνην ἀπεφήνατο καὶ παραστῆσαι πεπείραται; πῶς φησι τὴν ῥητορικὴν παρατετηρηκέναι τὰ πείθειν ὄχλους δυνάμενα; καὶ πάλιν· ἐπιλελογισμένον τὸν ἀγαθὸν πολιτικὸν τὰ κινεῖν ὀργὴν πεφυκότα καὶ ἔλεον καὶ προτροπὴν καὶ ἀποτροπὴν τούτοις χρῆσθαι διηνεκῶς; Οὐ γάρ, οἶμαι, φήσει τὰ πείθειν ὄχλους δυνάμενα παρατηρήσει τινὶ ἐνδεχόμενον ὑπάρχειν, οὐδὲ διηνεκῶς χρᾶσθαι τόνδε τισίν· πεπείρακεν γὰρ οὐ διηνεκῶς ἐναρμόττοντα, πολλάκις δὲ καὶ δρῶντα τοὐναντίον. Ὅταν τε μηνύῃ ῥάιδιον εἶναι παραγενηθέντας ἐπὶ τὰ κατὰ μέρος ὑποδείγματα τοὺς τεχνικῶς ἐν ἐκκλησίαις καὶ δικαστηρίοις ἀναστραφέντας