Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.36
Not analysed yet
ἀποδεῖξαι, μήποτε οὐ ῥᾶιον ἐπαγγέλληται πρᾶγμα· τετευχότας γὰρ αὐτούς, οὗ θέλουσιν, παραστήσει, τεχνικῶς δὲ τοὺς οὐ τεχνίτας ἀνεστραμμένους οὐ παραστήσει. „Νὴ Δία μᾶλλον τῶν οὐ τεχνιτῶν τοῦ τέλους τυγχάνουσι παρατετηρηκότες ἐπιτεύγματα καὶ ἀποτεύγματα. “Ἀλλὰ καὶ οἱ τριβὴν ἔν τινι καὶ πολλὴν ἄσκησιν εἰσενηνεγμένοι τυγχάνουσι τῶν τελῶν οὐ διὰ παντός, ἀλλʼ οὖν τῶν ἀνασκήτων μᾶλλον. Προσέτι γʼ εἰ τῶν ἀνασκήτων οὐδὲ εἷς τυγχάνει τὸ σύνολον, ἀλλʼ οὐ διὰ τὴν αἰτίαν ταύτην τέχνην τις αὐτὴν εἶναι παραστήσει. Καὶ ὅτι ἀνάπτει „τὰς πλείστας τῶν ἀναγεγραμμένων τεχνικῶν παραδόσεων μὴ κενοὺς ὑπάρχειν“, ἐπιζήτησιν ἔχει· πάσας γὰρ ἀλλʼ οὐχὶ τὰς πλείστας οἵ γε περὶ τὸν Ἐπίκουρον δόξουσι λέγειν κενοτάτας ὥς γε πρὸς πολιτικῆς δυνάμεως παρασκευήν. Οὐ μὴν ἀλλὰ περὶ τούτων διασαφηθήσεταί τι, παρʼ ὅσον τι ἄδη