Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.37
Not analysed yet
λον ἦν. Καιρὸς δʼ ἂν εἴη πάντων ἀπολελρμένους ἐπὶ τὰς ἡμετέρας ἐλθεῖν δόξας, καὶ σχεδὸν κεφάλαια τῆς οἰκονομέας ἔσται προκείμενα τοιαῦτα· τέχνη τί λέγεται κατὰ τὴν συνήθειαν, ὑπομνῆσαι βραχέως· οὐ γὰρ ἄλλῃ τὰ ἡμέτερα ἔστι δεῖξαι· —τὴν σοφιστικὴν ῥητορικὴν τέχνην λεγομένην παρὰ τοῖς ἀνδράσιν, καθʼ οὓς φιλοσοφοῦμεν, μεθόδῳ καί τινι τῶν κοινῶν ἐπιτευκτικῆι γινομένην, οὐδὲ πρὸς ἀλλήλους ἡμᾶς αὐτοὺς ἢ καὶ πρὸς τοὺς χορευομένους διεστῶτας· —καὶ τὸ τὴν σοφιστικὴν περὶ μὲν λόγων γραφὰς καὶ ἐπιδείξεις τέχνην εἶναι, περὶ δὲ τὸ δίκας λέγειν καὶ δημηγορεῖν οὐκ εἶναι τέχνην· —ἔτι τὸ τὴν πολιτικὴν ἐν ἱστορίαι καὶ τριβῆι καθεστηκέναι, τεχνικὸν δὲ μηδὲν προσφέρεσθαι. Καὶ νὴ Δίʼ ὅτι λέγεται παρά τισι πρὸς τὰ δειχθένθʼ ἡμῖν, ὑποθώμεθα κατὰ δύναμιν ἐφʼ ἑκάστου τῶν ἐκκει