Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.38
Not analysed yet
μένων, νῦν δὲ τοῦ πρώτου κατατρέχωμεν. Ἐστιν τοίνυν καὶ λέγεται τέχνη παρὰ τοῖς Ἕλλησιν ἕξις ἢ διάθεσις ἀπὸ παρατηρήσεως τινῶν κοινῶν καὶ στοιχειωδῶν, ἂ διὰ πλειόνων διήκει τῶν ἐπὶ μέρους, καταλαμβάνουσά τι καὶ συντελοῦσα τοιοῦτον, οἷον ὁμοίως τῶν μὴ μαθόντων οὐδείς, ἑστηκότως καὶ βεβαίως οὐδὲ στοχαστικῶς. Ἀφείσθω γὰρ ἐπὶ τοῦ παρόντος, εἴτε συμφέρον εἴτ’ οὐ συμφέρον τὸ γινόμενον πάντως, ἀφείσθω δʼ, εἰ καὶ κοινότερον καὶ ἰδιωτικῶς τέχνη λέγεται καὶ παρὰ τριβῆς πάντως καὶ πανόλως τὸ τοιοῦτον· αὐτὸ γάρ, ὅ πάσηι τῆι καθʼ ὁνδήποτε τρόπον προσαγορευομένηι τέχνηι πρόσεστιν, τοῦτο ἐκθεῖναι βεβουλήμεθα καὶ δὴ προὐνηνέγμεθα. Καὶ ταῖς ἑστηκυίαις γέ τοι καὶ παγίοις ἐπιστήμαις ὥσπερ γραινματιστικῆι καὶ μουσικῆι καὶ ζωγραφίαι καὶ πλαστικῆι πρόσεστιν τὸ