Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.39
Not analysed yet
διά τινος παρατηρήσεως στοιχείων τινῶν διηκόντων διὰ πλειόνων τῶν κατὰ μέρος καταλαμβάνειν ἕκαστον καὶ δημιουργεῖν, καὶ ταῖς οὐκ ἐχούσαις τὸ ἑστηκὸς ἀλλὰ τὸ στοχαστικὸν τοῦτʼ ἐξ ἀνάγκης ἴδιον πρόσεστιν τὸ κοινῶν τινων κατοχὴν ἔχειν διατεινόντων εἰς τὰ κατὰ μέρος, οἷς οὐδεπώποτʼ, ἐὰν οὕτω τύχῃ, γέγονεν ἐγκύρησις, κἂν μὴ διὰ παντὸς ἀκολουθῇ τὸ τέλος τοῖς τῆς ἐπιστήμης παραγγέλμασι καὶ ποήμασιν διὰ τὸ μηδʼ εἶναι τοῦ πάντως τὴν στοχαστικὴν μέθοδον ἀλλὰ τοῦ κατὰ τὸ πλεῖστον ἢ τοῦ μᾶλλον τῶν ἀτέχνων. Ὥστε κἂν τυγχάνῃ τις τοῦ τέλους ἐπί τινων, μὴ μέντοι γε ἀπὸ τῆς διαθέσεως τῆς τῶν κοινῶν καὶ στοιχειωδῶν ἐντευκτικῆς ἐπὶ τὴν ἀπεργασίαν παραλλάξηι τῶν κατὰ μέρος, οὐκ ἂν εἴπαιμεν ἀπὸ τέχνης τετευ