Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.40
Not analysed yet
χέναι, τὸν δʼ ἔχοντα τὴν διάθεσιν ἀπὸ τέχνης. Κἂν ἐπί τινων ἀποτυγχάνηι τῶν κατὰ μέρος, τὸ πᾶν οὐ δή φαμεν τέχνην· καλοῦμεν γάρ, ὃ ἔχει τοῦτο πάντως· Εἰ δὲ μὴ πρόσεστίν τινων διηκόντων καὶ στοιχειωδῶν εἴδησις επ. γα δίκω τα ωιπαρα κ παρατ κ σαπλλεοσα τῶν ἐπιτευκτικῶν κἀποτευκτικῶν· καὶ γὰρ ἡ τέχνη διὰ παντὸς οὖσα προτέθειται· κἂν μέθοδον μὴ ἔχηι ἡ ῥητορική, ὑπάρξειν τῶν μὴ τεχνῶν, μηδʼ ἔσεσθαι μεθοδικαῖς καὶ στοιχειώδεσι καὶ τὰ κατὰ μέρος μὴ ἀνειληφυίαις κοινόν τι. Τὰς δʼ ἐπιτυχίας καὶ ἀποτυχίας ἐμπειρίαν μὲν καὶ παρατήρησιν καὶ ἄσκησιν καὶ πᾶν τὸ τοιοῦτο προσαγορεύομεν, τέχνην δʼ οὐδαμῶς, ὅτι τὸ ταῦτα διὰ παντὸς ἔχειν τὸ αὐτὸ τῆι τέχνηι φάσκομεν, ἀλλʼ οὐχὶ καὶ κατὰ ποιὰς παραλλαγὰς καὶ εἰ ποτέ εἰσιν οἷοί τε πράττειν, ἃ δεῖ τῶν τ