Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.5
Not analysed yet
κὴν λεγομένην ῥητορικὴν καὶ λέγουσιν εἶδος οὐδʼ εἶναι τῆς ῥητορικῆς ἴδιον· τὴν δʼ ἐμπειρίαν τὴν ἐν τοῖς πράγμασιν μεθοδικὴν καὶ τὴν τούτων φράσιν αὐτοὶ οὐ παρηιτήσαντο πώποτε, διατελοῦσιν τʼ ἐπʼ αὐτῆι κομπάζοντες ὡς Δημοσθένης. “Μὴ γὰρ ἀλλὰ κακῶς ἵσταιντʼ ἂν ἔνιοι καταισχυνόμενοι περὶ τῆς τέχνης, οὐ δέον· ἡ μέντοι γε σοφιστικὴ χάριν τούτου τὸ μεθοδικὸν οὐ προσφερομένη πῶς δύναιτʼ ἂν παρίστασθαι; „Διόπερ εὔδηλον, ὅτι τινὲς ὀνειδίζουσιν τὴν τέχνην μὴ καὶ ἰδιότητα πρὸς τὰς ἄλλας ἐπιστήμας ἔχειν. “Καὶ ἐπʼ ἄλλων δὲ τεχνῶν ἢ βλαβερῶν οὐσῶν ἢ δοκουσῶν ὀνειδίζουσίν τινες τοῖς διδάσκουσιν οὐχ ἥν γε ῥητῶς ἔχειν ἐπαγγέλλονται, ἀλλʼ ἣν οὐδὲ θέλουσιν περιποιεῖσθαι. —„Πᾶς τεχνίτης ἐπαγγέλλεται τὸ τέλος ποιήσειν, ὁ δὲ ῥήτωρ οὐκ ἐπαγγέλλεται πείσειν. “Οὐ πᾶς τεχνίτης, ἐὰν ἔχῃ φρέ