Ancient Greek · ~3 min
Book 2
Philodemus, Volumina Rhetorica 2.41
Not analysed yet
καὶ τοῦ καλοῦ παρατετήρηκεν, πῶς ἑαυτὸν στῆσαι δεῖ καὶ πῶς ἰέναι καὶ ποῦ τὸν πόδα θεῖναι καὶ ποῖ συνεπινεύειν, ἀλλὰ παρατετήρηκε, τίνα μόνον καὶ μόνωι τοὖργον ποιεῖ καὶ διὰ παντός, μέθοδον δὲ καὶ στοιχειώδη τινὰ παράδοσιν διὰ πλειόνων διήκουσαν ὥσπερ γραμματιστής, ὥσπερ μουσικὸς οὐκ ἔχει. Τὂ δʼ ὅμοιον ἐπὶ τῶν πετευριζομένων καὶ τὰς μαχαίρας ὑπεραλλομένων ἔτυχε· κἂν τούτους δὲ ἔχειν τέχνην ἐγβιάζηταί τις, ἀλλʼ οὐχὶ τὸν συνδέτην κακίω φήσει τῶν ξύλων ἢ φακέλων καὶ βαστάζοντα καὶ τὸν ἐπιτευκτικῶς κλέπτοντα καὶ ψευδόμενον καὶ τὸν ἔμπορον τὸν ἀγαθὸν καὶ τὸν κυνηγέτην καὶ πάντας τοὺς παραπλησίους. Ὅταν δὲ φῶμεν μὴ λέγεσθαι τέχνην τὴν τῶν τοιούτων ἕξιν μηδὲ τοὺς ἄνδρας τεχνίτας, τὸ μὴ κυρίως προσαγορεύεσθαί φαμεν, οὐ τὸ μηδὲ καταχρηστικῶς λέγεσθαι διατεινόμεθα· φανερὸν γάρ, ὅτι